Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.271 Joseph. BJ 3.279 (English) >>Joseph. BJ 3.288

3.276

Ἐπέλιπεν δὲ οὔτε Ῥωμαίους ἐν ταῖς κακοπραγίαις ἰσχὺς οὔτε τοὺς Ἰουδαίους σύνεσις, ἀλλʼ οἱ μὲν καίπερ οἰκτρὰ πάσχοντας ὁρῶντες τοὺς καταχυθέντας ὅμως εἰς τοὺς καταχέοντας ἐφέροντο τὸν πρὸ αὐτοῦ κακίζων ἕκαστος ὡς ἐμπόδιον ὄντα τῆς ῥώμης· 3.277οἱ δὲ Ἰουδαῖοι δόλῳ δευτέρῳ τὰς προσβάσεις αὐτῶν ἐπέσφαλλον τῆλιν ἑφθὴν ὑποχέοντες ταῖς σανίσιν, ἧς ἐπολισθάνοντες ὑπεσύροντο; 3.278καὶ οὔτε τῶν τρεπομένων οὔτε τῶν προσβαινόντων τις ὀρθὸς ἔμενεν, ἀλλʼ οἱ μὲν ἐπʼ αὐτῶν ὑπτιαζόμενοι τῶν ἐπιβατηρίων μηχανῶν

-- --

συνεπατοῦντο, πολλοὶ δὲ ἐπὶ τὸ χῶμα κατέπιπτον. 3.279ἐπαίοντο δʼ ὑπὸ τῶν Ἰουδαίων οἱ πεσόντες· ἐσφαλμένων γὰρ τῶν Ῥωμαίων οὗτοι τῆς κατὰ χεῖρα συμπλοκῆς ἐλευθερωθέντες εἰς τὰς βολὰς εὐσχόλουν. 3.280πολλὰ δὲ κακουμένους ἐν τῇ προσβολῇ τοὺς στρατιώτας στρατηγὸς περὶ δείλην ἀνεκάλει. 3.281ἔπεσον δὲ τούτων μὲν οὐκ ὀλίγοι καὶ πλείους ἐτρώθησαν, τῶν δʼ ἀπὸ τῆς Ἰωταπάτης ἀπέθανον μὲν ἓξ ἄνδρες, τραυματίαι δʼ ὑπὲρ τριακοσίους ἀνεκομίσθησαν. 3.282εἰκάδι μὲν Δαισίου μηνὸς παράταξις ἦν. 3.283

Οὐεσπασιανὸς δὲ ἐπὶ τοῖς συμβεβηκόσι τὴν στρατιὰν παραμυθούμενος, ὡς θυμουμένους ἑώρα καὶ οὐ προτροπῆς ἀλλʼ ἔργων δεομένους, 3.284προσυψῶσαι μὲν τὰ χώματα, πύργους δὲ τρεῖς πεντήκοντα ποδῶν τὸ ὕψος ἕκαστον κατασκευάσαι κελεύσας πάντοθεν σιδήρῳ κεκαλυμμένους, ὡς ἑδραῖοί τε εἶεν ὑπὸ βρίθους καὶ δυσάλωτοι πυρί,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.271 Joseph. BJ 3.279 (English) >>Joseph. BJ 3.288

Powered by PhiloLogic